Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.332 Joseph. BJ 6.340 (English) >>Joseph. BJ 6.346

6.337ἔστω γοῦν, κατεφρονήσατε τῆς Νέρωνος ῥᾳθυμίας, καὶ καθάπερ ῥήγματα σπάσματα τὸν ἄλλον χρόνον κακοήθως ἠρεμοῦντες ἐν τῇ μείζονι νόσῳ διεφάνητε καὶ πρὸς ἐλπίδας ἀναιδεῖς ἀμέτρους ἐξετείνατε τὰς ἐπιθυμίας. 6.338ἧκεν πατὴρ οὑμὸς εἰς τὴν χώραν, οὐ τιμωρησόμενος ὑμᾶς τῶν κατὰ Κέστιον, ἀλλὰ νουθετήσων· 6.339δέον γοῦν, εἴπερ ἐπʼ ἀναστάσει τοῦ ἔθνους παρῆν, ἐπὶ τὴν ῥίζαν ὑμῶν δραμεῖν καὶ ταύτην ἐκπορθεῖν τὴν πόλιν εὐθέως, δὲ Γαλιλαίαν ἐδῄου καὶ τὰ πέριξ ἐπιδιδοὺς ὑμῖν χρόνον εἰς μεταμέλειαν. 6.340ἀλλʼ ὑμῖν ἀσθένεια τὸ φιλάνθρωπον ἐδόκει κἀκ τῆς ἡμετέρας πρᾳότητος τὴν τόλμαν ἐπεθρέψατε. 6.341Νέρωνος οἰχομένου τοῦθʼ ὅπερ ἐχρῆν τοὺς πονηροτάτους ἐποιήσατε, ταῖς ἐμφυλίοις ἡμῶν ταραχαῖς ἐπεθαρρήσατε καὶ χωρισθέντων εἰς τὴν Αἴγυπτον ἐμοῦ τε καὶ τοῦ πατρὸς εἰς παρασκευὰς τοῦ πολέμου κατεχρήσασθε τοῖς καιροῖς, καὶ οὐκ ᾐδέσθητε ταράσσειν αὐτοκράτορας γεγενημένους οὓς καὶ στρατηγοὺς φιλανθρώπους ἐπειράσατε. 6.342προσφυγούσης γοῦν ἡμῖν τῆς ἡγεμονίας, καὶ τῶν μὲν κατὰ ταύτην ἠρεμούντων πάντων, πρεσβευομένων δὲ καὶ συνηδομένων τῶν ἔξωθεν ἐθνῶν, πάλιν οἱ Ἰουδαῖοι πολέμιοι, 6.343καὶ πρεσβεῖαι μὲν ὑμῶν πρὸς τοὺς ὑπὲρ Εὐφράτην ἐπὶ νεωτερισμῷ, περίβολοι δὲ τειχῶν ἀνοικοδομούμενοι καινοί, στάσεις δὲ καὶ τυράννων φιλονεικίαι καὶ πόλεμος ἐμφύλιος,

-- --

μόνα τοῖς οὕτω πονηροῖς πρέποντα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.332 Joseph. BJ 6.340 (English) >>Joseph. BJ 6.346

Powered by PhiloLogic